Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.182.1 | Hdt. 4.183.3 (English) | >>Hdt. 4.184.3 |
4.183.1 ἀπὸ δὲ Αὐγίλων διὰ δέκα ἡμερέων ἀλλέων ὁδοῦ ἕτερος ἁλὸς κολωνὸς καὶ ὕδωρ καὶ φοίνικες καρποφόροι πολλοί , κατά περ καὶ ἐν τοῖσι ἑτέροισι · καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντές ἐστι , ἔθνος μέγα ἰσχυρῶς , οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι .
4.183.2 συντομώτατον δʼ ἐστὶ ἐς τοὺς Λωτοφάγους , ἐκ τῶν τριήκοντα ἡμερέων ἐς αὐτοὺς ὁδός ἐστι · ἐν τοῖσι καὶ οἱ ὀπισθονόμοι βόες γίνονται · ὀπισθονόμοι δὲ διὰ τόδε εἰσι . τὰ κέρεα ἔχουσι κεκυφότα ἐς τὸ ἔμπροσθε ·
4.183.3 διὰ τοῦτο ὀπίσω ἀναχωρέοντες νέμονται · ἐς γὰρ τὸ ἔμπροσθε οὐκ οἷοι τε εἰσὶ προεμβαλλόντων ἐς τὴν γῆν τῶν κερέων . ἄλλο δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων βοῶν ὅτι μὴ τοῦτο καὶ τὸ δέρμα ἐς παχύτητά τε καὶ τρῖψιν .
4.183.4 οἱ Γαράμαντες δὴ οὗτοι τοὺς τρωγλοδύτας Αἰθίοπας θηρεύουσι τοῖσι τεθρίπποισι · οἱ γὰρ τρωγλοδύται Αἰθίοπες πόδας τάχιστοι ἀνθρώπων πάντων εἰσὶ τῶν ἡμεῖς πέρι λόγους ἀποφερομένους ἀκούομεν . σιτέονται δὲ οἱ τρωγλοδύται ὄφις καὶ σαύρους καὶ τὰ τοιαῦτα τῶν ἑρπετῶν · γλῶσσαν δὲ οὐδεμιῇ ἄλλῃ παρομοίην νενομίκασι , ἀλλὰ τετρίγασι κατά περ αἱ νυκτερίδες .
ch. 184
4.184.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.182.1 | Hdt. 4.183.3 (English) | >>Hdt. 4.184.3 |